Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν; 
ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; 
τίνα θερμὴν ἕξω βοηθόν, 
θλίψεσι τοῦ βίου, καὶ ζάλαις οἴμοι! κλονούμενος; 
Εἰς Σὲ μόνην ἐλπίζω, 
καὶ θαῤῥῶ καὶ καυχῶμαι, 
καὶ προστρέχω τῇ σκέπῃ Σου σῶσόν με.
(ἀπὸ τὴν δ' ᾠδὴν τοῦ Μεγάλου Παρακλητικοῦ Κανόνος εἰς τὴν Παναγίαν Μητέρα μας)




