Γ'. Καὶ ἔλεγεν, ὅτι ἐὰν λάβῃ τις νόημα θλίψαντος αὐτόν, ἢ ζημιώσαντος, ἢ λοιδορήσαντος, ἢ ὀνειδίσαντος, ἢ εἰκῆ διασύραντος, ἢ πᾶν ὁτιοῦν κακὸν ποιήσαντος, καὶ πλέκει λογισμοὺς κατ' αὐτοῦ, ἐπιβουλεύει τῇ ἰδίᾳ ψυχῇ ὡς οἱ δαίμονες· ἀρκεῖ γὰρ ἑαυτῷ πρὸς ἐπιβουλήν· καὶ τὶ λέγω, πλέκει; Ἐὰν μὴ μέμνηται αὐτοῦ ὡς εὐεργέτου καὶ ἰατροῦ, ἀδικεῖ αὐτὸν τὰ μέγιστα· τί γὰρ λέγεις πάσχειν; οὖτος καθαίρει· καὶ ὀφείλεις μεμνῆσθαι αὐτοῦ ὡς ἰατροῦ πεμφθέντος σοι ἀπὸ τοῦ Χριστοῦ· χρεωστεῖ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ παθεῖν, καὶ ὀφείλεις ἔχειν αὐτὸν ὡς εὐεργέτην. Εἰ δὲ οὐκ ἀπαλλάσσῃ κακίας, οὐδὲ ἐπιθυμεῖς ἀπαλλαγῆναι, ἀναίτιος Κύριος ὁ Θεός· αὐτὸ δὲ τὸ πάσχειν, νοσούσης ψυχῆς ἐστιν, εἰ μὴ ἐνόσεις οὐκ ἔπασχες, καὶ ὀφείλεις χάριν τῷ ἀδελφῷ ὅτι δι' αὐτοῦ ἔγνως τὴν ὁδὸν τῆς νόσου σου· καὶ ὀφείλεις δέχεσθαι τὰ παρ' αὐτοῦ ὡς φάρμακα θεραπευτικὰ πεμφθέντα σοι παρὰ τοῦ Ἰησοῦ. Εἰ δὲ μὴ μόνον οὐκ εὐχαριστεῖς, ἀλλὰ καὶ λυπῇ, καὶ διασύρεις, καὶ ἐγκαλεῖς, καὶ πλέκεις λογισμοὺς κατ' αὐτοῦ, δυνάμει λέγεις τῷ Ἰησοῦ, μᾶλλον δὲ γυμνῇ τῇ κεφαλῇ· Οὐ θέλω ἰαθῆναι ὑπὸ σοῦ· οὐ θέλω δέξασθαι τὰ φάρμακά σου· σαπῆναι θέλω ἐν τοῖς τραύμασί μου· ὑπήκοος θέλω γενέσθαι τῶν δαιμόνων· οὐκ οἶδα τὸν Κύριον. Καὶ τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ· καὶ τὶ λοιπὸν ποιήσει ὁ Κύριος; Ἀγαθὸς ὢν ὁ Κύριος ἡμῶν πρὸς τὰς κακίας ἡμῶν, ἔδωκεν ἐντολὰς καθαιρούσας αὐτὰς δίκην καυστήρων καὶ καθαρσίων· ὁ τοίνυν βουλόμενος καὶ ποθῶν ἰαθῆναι, ἀνάγκη αὐτὸν ὑπομεῖναι τὰ ἐπιφερόμενα ὑπὸ τοῦ ἰατροῦ, μετὰ πόνου καὶ σιωπῆς· οὐδὲ γὰρ ὁ νοσῶν ἡδέως ἔχει τοῦ τέμνεσθαι καὶ καίεσθαι, ἢ λαβεῖν καθάρσιον· ὅμως πείθει αὐτόν, ὅτι χωρὶς τούτων ἀδύνατον ἀπαλλαγῆναι τῆς νόσου· καὶ λοιπὸν ἐκδίδωσιν ἑαυτὸν τῷ ἰατρῷ, εἰδὼς ὅτι διὰ μικρᾶς ἀηδίας ἀπαλλάσεται πολλῆς κακοχυμίας καὶ πολυχρονίας νόσου. Καυστὴρ δὲ τοῦ Ἰησοῦ ἐστιν ὁ ὑποφέρων ζημίαν.

Δ'. Καὶ ἔλεγεν· Ἄπαρον τοὺς πειρασμοὺς καὶ λογισμούς, καὶ οὐδεὶς ἅγιος· ὁ φεύγων πειρασμὸν ἐπωφελῆ, φεύγει ζωὴν αἰώνιον· Εἶπε γάρ τις τῶν ἁγίων· Τίς προεξένησε τοῖς ἁγίοις μάρτυσι τοὺς στεφάνους ἐκείνους, εἰ μὴ οἱ ἀδικήσαντες αὐτούς; Τίς ἐδωρήσατο τῷ ἁγίῳ Στεφάνῳ τοιαύτην δόξαν ἢν ἐποίησεν, εἰ μὴ οἱ λιθάσαντες αὐτόν; Καὶ προέφερεν ἀεὶ τὴν [χ]ρῆσιν τοῦ ἁγίου, ὅτι ἐγὼ τοὺς ἐμὲ κατηγοροῦντας οὐκ αἰτιῶμαι, ἀλλὰ καὶ εὐεργέτας καλῶ καὶ ἔχω ἐμούς· καὶ οὐκ ἀπωθοῦμαι τὸν ἰατρὸν τῶν ψυχῶν φάρμακον ἀτιμίας προσάγοντα κενοδόξῳ ψυχῇ· καὶ δέδοικα μή ποτε καὶ περὶ τῆς ψυχῆς εἴπῃ· Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· καὶ πάλιν· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὡς ὄρνις [τὴν νοσσιὰν αὐτοῦ] τὰ νοσσία αὐτῆς, καὶ οὐκ ἠθελήσας; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.

 

PG 78,1684-1685, Τοῦ Μακαρίου Ἀββᾶ Ζωσιμᾶ - Διαλογισμοί (ε'-στ' αἰ. μ.Χ.). Ἡ μνήμη τοῦ Ὁσίου Ζωσιμᾶ ἑορτάζεται στίς 24 Ἰανουαρίου.

πληκτρολόγηση: analogion.gr