ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ

 

᾽Από τῆς Δευτέρας μέχρι τοῦ Σαββάτου τῆς Διακαινησίμου, ὡς καί τῇ ἡμέρᾳ τῆς ᾽Αποδόσεως, ἀντί τῆς πρό τοῦ ῾Εσπερινοῦ Θ ῞Ωρας, τῶν ῾Ωρῶν τοῦ ᾽Αποδείπνου καί τοῦ Μεσονυκτικοῦ, ἀναγινώσκεται ἡ διατεταγμένη ἐναρκτήριος ᾽Ακολουθία ὡς ἑξῆς:


Μετά τό Εὐλογητός ὁ Θεός ἡμῶν... .


Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος (τρίς).

 

᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καί τήν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καί δοξάζομεν. Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν ᾽Ανάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν (τρίς).

 

Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ᾽Αγγέλου τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων.

 

Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ ῞ᾼδου καθεῖλες τήν δύναμιν καί ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε καί τοῖς σοῖς ᾽Αποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

 

᾽Εν τάφῳ σωματικῶς, ἐν ῞Αδῃ δέ μετά ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δέ μετά λῃστοῦ, καί ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετά Πατρός καί Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα Πατρί...

῾Ως ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καί παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγή τῆς ἡμῶν ἀναστάσεως.

Καί νῦν καί ἀεί...

Τό τοῦ ῾Υψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε διά σοῦ γάρ δέδοται ἡ χαρά Θεοτόκε τοῖς κραυγάζουσιν Εὐλογημένη σύ ἐν γυναιξίν ὑπάρχεις, πανάμωμε Δέσποινα.


Κύριε, ἐλέησον (μ). Δόξα, Καί νῦν Τήν Τιμιωτέραν τῶν Χερουβείμ.... Δι' εὐχῶν....


῾Η ᾽Ακολουθία αὕτη ἐπαναλαμβάνεται τρίς, ὡς ἔχει καί μετά μικρά ᾽Απόλυσις ἐπισφραγιζομένη διά τοῦ Χριστός ἀνέστη....