ΠΡΟΣΟΜΟΙΑ, ΑΥΤΟΜΕΛΑ ΚΑΙ ΕΙΡΜΟΙ ΚΑΤ’ ΗΧΟΝ

 

Ήχος α' Ήχος β' Ήχος γ' Ήχος δ' Ήχος πλ. α' Ήχος πλ. β' Ήχος βαρύς Ήχος πλ. δ'

 

Sources of byzantine music texts connected with the recordings:

1. Petros Vizantios and Petros Peloponnisios Eirmologion,

2. Ioannis, Eirmologion and Anastasimatarion

3. Apostolos Papahristos, Neon Eirmologion.

4. Fr. Konstantinos Papagiannis, Musical Papaklitiki

5. Cyprianos and Ioustini Monastery, Evdomadarion and Triodion

6. Fr. Konstantinos Papagiannis, Triodion

7. http://www.stanthonysmonastery.org/music/ApolytikiaB.htm

8. Stefanos Lampadarios, Musiki Kypseli

9. Ioannis Kastrinakis, Aftomela, Troparia

10. Fr. Konstantinos Papagiannis, Minaia

11. Ath. Karamanis, Nea Musiki Kypseli

12. Musical Pandektis

13. Haralambos Karakatsanis, Triodion Ton Rodon (Pentekostarion)

 

The texts of the hymns in this list come from the liturgical books, which in some cases include different words or phrases (e.g synonyms) from their relative recordings since the musical sources are old and in the course of time some corrections were made in the liturgical books, without, however, influencing the melody of the hymns.
Τὸ κείμενο τῶν ὕμνων στὸν αλφαβητικό κατάλογο προέρχεται ἀπό τὰ λειτουργικὰ βιβλία, τὰ ὁποῖα σὲ ὁρισμένες περιπτώσεις περιλαμβάνουν διαφορετικές λέξεις ἢ φράσεις (π.χ. συνώνυμες) ἀπό τὶς ἀντίστοιχες ἠχογραφήσεις τους ἐπειδὴ οἱ μουσικὲς πηγὲς εἶναι παλαιὲς καὶ σὺν τῷ χρόνῳ πραγματοποιήθηκαν μερικὲς διορθώσεις στα λειτουργικὰ βιβλία, δίχως, ὡστόσο, νὰ ἐπηρεάζουν τὴ μελωδία τῶν ὕμνων.

(Κονταξής Χρήστος, chriskont@yahoo.com )

 

A list of contributing voices is at the bottom of this page. Your thanks to each of them.

 

Τὰ αὐτόμελα καὶ οἱ εἰρμοὶ ποὺ ἔχουν στὰ links τὸ κεφαλαῖο "C" ψάλλονται ἀπό ψάλτες ἐκ Κωνσταντινουπόλεως.

 

click on the link number on the left and listen to the hymn.

Με click στον αριθμό αριστερά ακούτε τον ύμνο.

 

 

1001 Ἀβραμιαίοι Παῖδες  Ἦχος α΄

Ἀβραμιαῖοι παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν φλόγα εἰς δρόσον μετέβαλον καὶ ὑμνοῦντες ἐβόων· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

1002 1002C Ἅλιον ποντογενὲς  Ἦχος α΄

Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σοῦ ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται·σεσωσμένος γὰρ ὡς καὶ προυπέποτο, ἀσινὴς ἐβόα, θύσω σοι μετὰ φωνῇς αἰνέσεως Κύριε.

1002α Ἀναστὰς ὁ Ἰησοῦς  Ἦχος α΄

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

1003 1003C Ἀναστάσεως ἡμέρα  Ἦχος α΄

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

1004 Ἄνθρακα πυρὸς τῶν Ἠσαΐου  Ἦχος α΄

Ἄνθρακα πυρὸς τῶν Ἠσαΐου, Σεραφεὶμ θίγει χειλέων ποτέ, τῇ λαβίδι ἀφελόμενον καὶ περιθέν, ὁ δέ, καθηράμενος, Δικαιοσύνην μάθετε, πᾶσαν ἐκήρυττε.

1006 Ἀπέρριψάς με  Ἦχος α΄

Ἀπέρριψάς με, εἰς βάθη καρδίας θαλάσσης, καὶ ἔσωσάς με Σωτήρ, δουλείας θανάτου, καὶ ἔλυσας τὸν δεσμόν, τῶν ἀνομιῶν μου.

1007 ᾌσωμεν πάντες λαοὶ  Ἦχος α΄

ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρὀχῳ ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

1008 1008C Αὔτη ἡ κλητὴ  Ἦχος α΄

Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτῳν, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

1009 1009C Γένους βροτείου Ἰαμβικὸς  Ἦχος α΄

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, ᾄδων Προφήτης Ἀββακούμ, προμηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.

1010 1010C Δεῦτε πόμα πίωμεν  Ἦχος α΄

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

1010α Διὰ βρώσεως ἐξήγαγε  Ἦχος α΄

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

1011 Εἰκόνι λατρεύειν  Ἦχος α΄

Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

1012 Εἰσακήκοα Κύριε τὴν ἀκοὴν  Ἦχος α΄

Εἰσακήκοα Κύριε τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, (ὁ Προφήτης ἔλεγε), καὶ ἐδόξασά σου τὴν δύναμιν.

1014 Ἐκ νυκτὸς ἔργων Ἰαμβικὸς  Ἦχος α΄

Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως, Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ, Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον, Καθ' ἢν ἀνατρέχοντες, εὕροιμεν κλέος.

1015 Ἐκ νυκτὸς ὀρθρίζοντες  Ἦχος α΄

Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, Τὴν εἰρήνην τῷ κόσμῳ παράσχου φιλάνθρωπε.

1016 Ἐκύκλωσεν ἡμᾶς  Ἦχος α΄

Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὔκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

1017 Ἐν καμίνῳ Παῖδες  Ἦχος α΄

Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

1018 Ἐν Πνεύματι προβλέπων  Ἦχος α΄

Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τήν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε.

1020 Ἔπαινον ὁ θεοπτης  Ἦχος α΄

Ἔπαινον ὁ θεόπτης, Μωυσῆς τοῦ Ἰσραὴλ προανακρούεται, ἄρχει Μαριὰμ δὲ σοφῶν γυναικῶν. ᾨδὴν ἐπινίκιον, τῷ λυτρωτῇ Θεῷ πάντες ᾄσωμεν.

1020α πήρθη ὁ ἥλιος  Ἦχος α΄

πήρθη ὁ ἡλιος, καί σελήνη, στη εν τ τάξει αυτής, ψώθης Μακρόθυμε, πί το Ξύλου, καπηξας ν ατ, τήν κκλησίαν σου.

1021 Ἐπὶ Σταυροῦ σε Δυνατὲ  Ἦχος α΄

Ἐπὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθεὶς τάς ἀκτῖνας συνέστειλεν ἔκρυψε, πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γὰρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.

1022 1022C Ἐπὶ τῆς θείας φυλακῆς  Ἦχος α΄

Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

1023 Ἐποίησε κράτος  Ἦχος α΄

Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

1024 1024C Ἔσωσε λαὸν Ἰαμβικὸς  Ἦχος α΄

Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν, ὂν κατ οὐσίαν, Ἴσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.

1025 1025C Ἡ δημιουργικὴ  Ἦχος α΄

Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

1026 Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο  Ἦχος α΄

Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον, Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

1027 Ἡ τὸν πρὸ συλλήψεως  Ἦχος α΄

Ἡ τὸν πρὸ συλλήψεως ἁγνὸν Σαμουήλ, ἀδιστάκτως τῷ Θεῷ καθυποσχομένη, ἱερομήτωρ Ἄννα νῦν γηθομένη, ᾄδει σὺν ἡμῖν. Ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

1028 1028C Θαύματος ὑπερφυοῦς  Ἦχος α΄

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἢν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

1029 1029C Θεὸς ὢν εἰρήνης  Ἦχος α΄

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.

1030 Ἴδετε, ἴδετε  Ἦχος α΄

Ἴδετε, ἴδετε, ὅτι Θεὸς ἐγώ εἰμι, ὁ δουλωθέντα τὸν λαὸν τοῦ Ἰσραήλ, τῷ Μωϋσῇ δημαγωγεῖν, ἐν ἐρήμῳ προστάξας, καὶ σώσας ὡς δυνατὸς τῇ ἐξουσίᾳ μου.

1031 1031C Ἰταμῷ θυμῷ  Ἦχος α΄

Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

1032 Καταύγασον ἡμῶν  Ἦχος α΄

Κατάυγασον ἡμῶν τὸν νοῦν ὁ Θεός, τῷ φωτὶ τῶν ἐντολῶν σου καὶ τῇ αἴγλῃ τῆς χάριτος δωρούμενος ἡμῖν ἀγαθὲ τὰ σὰ ἐλέη, διότι φως καὶ εἰρήνη τὰ προστάγματά σου.

1033 Κατενόησα Παντοδυναμε  Ἦχος α΄

Κατενόησα Παντοδύναμε τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ.

1034 1034C Κατῆλθες ἐν τοῖς κατωτάτοις  Ἦχος α΄

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

1035 1035C Λίθον ὂν ἀπεδοκίμασαν  Ἦχος α΄

Λίθον ὂν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη, εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.

1036 Μέγα τὸ μυστήριον  Ἦχος α΄

Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ· Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.

1038 Μήτραν ἀφλέκτως Ἰαμβικὸς  Ἦχος α΄

Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης, οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι, ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην. Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ, λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις.

1039 1039C Μυστήριον ξένον  Ἦχος α΄

Μυστήριον ξένον, ὀρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὂν ἀνυμνοῦντες μεγαλύνομεν.

1040 Ναίων Ἰωνᾶς Ἰαμβικὸς  Ἦχος α΄

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην, θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας.

1041 Νενίκηνται τῆς φύσεως  Ἦχος α΄

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

1042 Νεῦσον πρὸς ὕμνους Ἰαμβικὸς  Ἦχος α΄

Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως.

1043 Νεφέλην σε φωτὸς στιχηρὰ  Ἦχος α΄

Νεφέλην σε φωτὸς ἀϊδίου, Παρθένε, ὁ Προφήτης ὠνόμασεν· ἐν σοὶ γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, καταβὰς ὁ Λόγος τοῦ Πατρός, καὶ ἐκ σοῦ ἀνατείλας, τὸν κόσμον ἐφώτισε, τὴν πλάνην κατήργησε, Χριστὸς ὁ Θεὸς ἡμῶν, αὐτὸν ἱκετεύουσα ἐκτενῶς, Παναγία δεόμεθα, μὴ παύσῃ ὑπὲρ ἡμῶν, τῶν ἀληθῆ Θεοτόκον ὁμολογούντων σε.

1044 Νὺξ περιέσχε με Σωτὴρ  Ἦχος α΄

Νὺξ περιέσχε με Σωτήρ, ἁμαρτίας καὶ ἀχλύς· διό μοι ἀνάτειλον, τῆς μετανοίας Κύριε, τὸν ὄρθρον ὡς εὔσπλαγχνος, πρὸ τοῦ με φθάσαι τὸ πέρας τὸ ἄδηλον, τὸ τῆς ζωῆς μου Χριστέ, ἡ ζωὴ καὶ τὸ φῶς.

1045 Ὁ διὰ στύλου πυρὸς  Ἦχος α΄

Ὁ διὰ στύλου πυρὸς καὶ νεφέλης, τὸν Ἰσραὴλ ὁδηγήσας Θεός, τὴν θάλασσαν διέρρηξεν, ἅρματα δὲ Φαραὼ ἐκάλυψεν. ᾌσωμεν ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

1046 Ὁ διαπόντιον  Ἦχος α΄

Ὁ διαπόντιον, ὑπομείνας συμφοράν, φυγῇ κλύδωνος, κλήρου φορᾷ, καὶ λαγόσι συσχεθείς, ἁλίου θηρός, οὐ διεφθάρη, ἀλλ' ἐβόα Ἰωνᾶς, Πρὸς σὲ ἡ ζωή μου ἀναβήτω Χριστέ.

1047 Ὁ ἐν τῇ βάτῳ ὀφθεὶς  Ἦχος α΄

Ὁ ἐν τῇ βάτῳ ὀφθείς, ἐν πυρὶ τῷ Νομοθέτῃ, καὶ τὸν τόκον τῆς ἀειπαρθένου ἐν αὐτῇ προτυπώσας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

1048 Ὁ θειότατος προετύπωσε  Ἦχος α΄

Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν Ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.

1049 Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν  Ἦχος α΄

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

1050 Ὁ Παῖδας ἐκ καμίνου  Ἦχος α΄

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

1051 Ὁ πάλαι τῷ Μωσεῖ στιχηρὰ  Ἦχος α΄

Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὅρους Σινᾷ διὰ συμβόλων. Ἐγώ εἰμι, λέγων ὁ Ὤν, σήμερον ἐπ' ὄρος Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην, ἀναλαβοῦσαν οὐσίαν, καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.

1051α Ὁ ποιμενικὸς αὐλὸς  Ἦχος α΄

Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

1052 Ὁ τὸν ἄνω βυθὸν  Ἦχος α΄

Ὁ τὸν ἄνω βυθὸν τῆς θείας ἀκαταληψίας, εὐσεβῶς ἀνανηξάμενος, καὶ τὸν νοῦν ὡς ἐκ πέτρας ἀπεριλήπτου, τῆς θεαρχικῆς ἀπαιωρήσας Τριάδος, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.

1053 Ὁ φωτίσας τῇ ἐλλάμψει  Ἦχος α΄

Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τάς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

1054 Οἱ μὴ τῇ τροφῇ χρανθέντες  Ἦχος α΄

Οἱ μὴ τῇ τροφῇ χρανθέντες Παῖδες, βασιλικῆς τραπέζης, εἰς πῦρ χαίροντες ἔβησάν ποτε, καὶ ἐν φλογὶ δροσιζομενοι, προθύμως ἔψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

1055 Οἱ οὐρανοὶ τῶν οὐρανῶν  Ἦχος α΄

Οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν οὐρανῶν, εὐλογεῖτε, ὑμνεῖτε, τὸν Κύριον.

1056 Οἱ Παῖδες εὐσεβείᾳ  Ἦχος α΄

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

1057 Ὃν φρίττουσιν Ἄγγελοι  Ἦχος α΄

Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

1058 Ὀρθρίζοντές σε ἀνυμνοῦμεν  Ἦχος α΄

Ὀρθρίζοντές σε ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός, ἀνέσπερον ἄγων ἡμᾶς.

1059 Ὀρθρίσωμεν ὄρθρου βαθέος  Ἦχος α΄

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

1060 Ὄρος σε τῇ χάριτι  Ἦχος α΄

Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

1061 Ὅταν ἔλθῃς ὁ Θεὸς κοντάκιον  Ἦχος α΄

Ὅταν ἔλθῃς ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμωσι τὰ σύμπαντα, ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ, καὶ βίβλοι ἀνοίγωνται, καὶ τὰ κρυπτὰ δημοσιεύωνται· τότε ῥῦσαί με, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ ἀξίωσον, ἐκ δεξιῶν σοῦ με στῆναι, Κριτὰ δικαιότατε.

1061α Ὅτι τὸ πέλαγος πολύ  Ἦχος α΄

Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.

1062 Πανεύφημοι μάρτυρες στιχηρὰ  Ἦχος α΄

Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

1063 Πεποικιλμένη τῇ θείᾳ δόξῃ  Ἦχος α΄

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

1064α Πρόσεχε, ορανέ καί λαλήσω  Ἦχος α΄

Πρόσεχε οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν Σωτῆρα τοῦ κόσμου καὶ μόνον φιλάνθρωπον.

1065 Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ  Ἦχος α΄

Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός, Δόξα τῇ δυνάμει σου, Κύριε.

1066 Ῥήσεις Προφητῶν καὶ αἰνίγματα  Ἦχος α΄

Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

1067 Σὲ ἥν περ εἶδε Μωυσῆς  Ἦχος α΄

Σὲ ἥν περ εἶδε Μωυσῆς, ἀκατάφλεκτον βάτον, καὶ κλίμακα ἔμψυχον, ἢν ὁ Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, δι΄ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις, Μῆτερ ἁγνή, μεγαλύνομεν.

1068 Σὲ νοητήν, Θεοτόκε κάμινον  Ἦχος α΄

Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

1069 Σὲ τὴν ὁραθεῖσαν πύλην  Ἦχος α΄

Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰ μὴ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις τιμῶμέν σε.

1070 Σὲ τὴν φαεινὴν λαμπάδα  Ἦχος α΄

Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα τοῦ Θεοῦ, τὴν ἀρίζηλον δόξαν, καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων, ἐν ὕμνοις μεγαλύνομεν.

1071 Σοῦ ἡ τροπαιοῦχος  Ἦχος α΄

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὔτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργὴσασα.

1072 Σπλάγχνων Ἰωνᾶν  Ἦχος α΄

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

1073 Σταυρὸς κατεπάγη ἐν Κρανίῳ  Ἦχος α΄

Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρς τοῦ Σωτῆρος.

1074 Στέργειν μὲν ἡμᾶς Ἰαμβικὸς  Ἦχος α΄

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾶον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.

1075 Στερεωθήτω ἡ καρδία μου  Ἦχος α΄

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε.

1076 Στερέωμά μου γενοῦ  Ἦχος α΄

Στερέωμά μου γενοῦ, ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι οὔκ ἐστιν Ἅγιος πλὴν σοῦ Κύριε.

1077 Στερέωσον Δεσπότα Χριστὲ  Ἦχος α΄

Στερέωσον Δεσπότα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.

1078 Στερέωσον Κύριε  Ἦχος α΄

Στερέωσον Κύριε, τὴν Ἐκκλησίαν σου, ἢν ἐκτήσω τῇ δυνάμει τοῦ Σταυροῦ σου, ἐν ᾧ ἐχθρὸν ἐθριάμβευσας, καὶ ἐφώτισας τὴν Οἰκουμένην.

1079 Στερέωσόν με Χριστὲ  Ἦχος α΄

Στερέωσόν με Χριστέ, ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισον με φωτὶ τοῦ προσώπου σου· οὔκ ἐστι γὰρ Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε.

1080 Σὺν τῷ θαυμασίῳ στὰς  Ἦχος α΄

Σὺν τῷ θαυμασίῳ στάς, Ἀββακούμ, ἐπὶ τῆς θείας φυλακῆς σου Γρηγόριε, καὶ τὸν ἐπ ὤμων Χερουβὶμ κατανοήσας, τῆς παγκοσμίου γέγονας μυητὴς σωτηρίας, ἀεὶ κραυγάζων, Κύριε, δόξα τῇ δυνάμει σου.

1081 Σὺν τῷ Ἰωνᾷ βοῶμεν  Ἦχος α΄

Σὺν τῷ Ἰωνᾷ βοῶμέν σοι Κύριε, μετὰ φωνῆς αἰνέσεως δεόμενοι, ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

1081α Τὰς ἀλγηδόνας τῶν Ἁγίων  Ἦχος α΄

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

1081b Τῇ πρεσβείᾳ Κύριε  Ἦχος α΄

Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

1082 Τὴν ζωοδόχον πηγὴν  Ἦχος α΄

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.

1083 Τὴν σὴν εἰρήνην  Ἦχος α΄

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.

1084 Τὴν φωτοφόρον νεφέλην  Ἦχος α΄

Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι’ ἡμᾶς, γενόμενος ἄνθρωπος, ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν.

1085 Τῆς ἐρήμου πολίτης ἀπολυτίκιον  Ἦχος α΄

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε πατὴρ ἡμῶν (Κυριακὲ) νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβὼν· θεραπεύεις τοὺς νοσοῦντας καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

1086 Τὸ θεῖον καὶ ἄρρητον κάλλος  Ἦχος α΄

Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

1087 Τὸ φαεινὸν ἡμῖν ἑξανάτειλον  Ἦχος α΄

Τὸ φαεινὸν ἡμῖν ἑξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δεσπότα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.

1088 Τὸν ἐν Σινᾷ τὴν βάτον  Ἦχος α΄

Τὸν ἐν Σινᾷ τὴν βάτον καιομένην ἄφλεκτον διαφυλάξαντα· καὶ τοὺς παῖδας ἐν μέσῳ καιομένης φλογὸς ρυσάμενον Θεόν· ὑμνεῖτε, εὐλογεῖτε λαοὶ καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

1088α Τν ν σοφίᾳ τος ορανος  Ἦχος α΄

Τὸν ἐν σοφίᾳ τοὺς οὐρανοὺς στερεώσαντα καὶ ἐφ΄ὑδάτων τὴν γῆν ἑδράσαντα καὶ τὴν κτίσιν πᾶσαν δημιουργήσαντα· εὐλογεῖτε, ὑμνεῖτε ἱερεῖς τὸν Κύριον λαὸς ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

1089 Τὸν ἐν φλογὶ πυρὸς  Ἦχος α΄

Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

1090 Τὸν Προφήτην διέσωσας  Ἦχος α΄

Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ ἐκ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.

1091 Τὸν Προφήτην Ἰωνᾶν  Ἦχος α΄

Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι.

1092 Τὸν τάφον σου Σωτὴρ κάθισμα  Ἦχος α΄

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

1092α Τὸν τάφον σου Σωτὴρ απολυτίκιον  Ἦχος α΄

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

1093 Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ  Ἦχος α΄

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

1094 Τὸν τύπον τοῦ θείου Σταυροῦ  Ἦχος α΄

Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.

1095 Τοῦ Γαβριὴλ φθεγξαμένου σοι κάθισμα  Ἦχος α΄

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

1096 Τοῦ λίθου σφραγισθέντος κάθισμα  Ἦχος α΄

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

1097 Τοὺς ἐν καμίνῳ Παῖδας  Ἦχος α΄

Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

1097α Τοὺς τρεῖς μεγίστους  Ἦχος α΄

Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙ τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τούς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙ Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλώτταν χρυσορρήμονι∙ πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν∙ αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.

1098 Τύπον τῆς ἁγνῆς  Ἦχος α΄

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

1099 Τῷ βοηθήσαντι Θεῷ  Ἦχος α΄

Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ τῷ Μωσῇ, καὶ δι' αὐτοῦ τὸν Φαραώ, πανστρατιᾷ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν. Ὅτι δεδόξασται.

1100 Τῷ παντάνακτος ἐξεφαύλισαν Ἰαμβικὸς  Ἦχος α΄

Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Ἀπλητα θυμαίνοντος ἠγκιστρωμένοι, Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ.

1101 Τῷ πρὸ τῶν αἰώνων  Ἦχος α΄

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

1102 Τῶν οὐρανίων ταγμάτων στιχηρὰ  Ἦχος α΄

Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τάς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

1103 Ὑπῆλθον ὡς νυμφῶνα  Ἦχος α΄

Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δι' εὐσέβειάν ποτε, Παῖδες Ἅγιοι δειχθέντες σαφῶς, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

1104 Ὕμνον σοι προσφέρομεν  Ἦχος α΄

Ὕμνον σοι προσφέρομεν τῶν ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

1105 Φλόγα δροσίζουσαν Ὁσίους  Ἦχος α΄

Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί, ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

1106 Φλογώσεως ὁ Παῖδας  Ἦχος α΄

Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

1107 Φωτίζου, φωτίζου  Ἦχος α΄

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

1108 Χαῖρε Παρθενίας  Ἦχος α΄

Χαίροις παρθενίας καύχημα, χαίρε Μῆτερ Ἄχραντε· ἣν ἡ σύμπασα κτίσις θείαις ᾠδαῖς μεγαλύνομεν.

1109 Χεῖρας ἐν τῷ λάκκῳ  Ἦχος α΄

Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτὲ ὁ μέγας ἐν Προφήταις σταυροειδῶς ἐκπετάσας Δανιὴλ ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστὸν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

1110 1110C Χορὸς ἀγγελικὸς κοντάκιον κάθισμα  Ἦχος α΄

Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὂν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.

1111 Χριστὸς γεννᾶται  Ἦχος α΄

Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

1112 Ὦ Μῆτερ Παρθένε  Ἦχος α΄

Ὦ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.

1113 Ὢ τοῦ παραδόξου θαύματος  Ἦχος α΄

Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται, Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος, βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.

1114 ᾨδὴν ἐπινίκιον  Ἦχος α΄

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται.

 

2001 Ἄβυσσος ἁμαρτημάτων  Ἦχος β΄

Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσέ με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε, Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου.

2003 Ἄγγελος μὲν τὸ χαῖρε στιχηρὰ  Ἦχος β΄

Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σοῦ μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

2003α Ακήκοα Κύριε, τήν ένδοξόν σου  Ἦχος β΄

Ἀκήκοα Κύριε τὴν ἔνδοξόν σου οικονομίαν καὶ ἐδόξασα Φιλάνθρωπε τὴν ἀκατάληπτόν σου δύναμιν.

2004 Ἀκήκοε Κύριε φωνῇς σου  Ἦχος β΄

Ἀκήκοε Κύριε φωνῇς σου, ὂν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.

2005 Ἀνάρχου Γεννήτορος  Ἦχος β΄

Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

2006 Ἀναστὰς ἐκ τοῦ μνήματος  Ἦχος β΄

Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾍδου, ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ δι' αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.

2007 Ἀναστὰς ὁ Ἰησοῦς  Ἦχος β΄

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

2008 Ἀντιθεον πρόσταγμα  Ἦχος β΄

Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.

2009 2009C Ἀπορεῖ πᾶσα γλῶσσα  Ἦχος β΄

Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

2009α 2009αC Άσωμεν τώ Κυρίω  Ἦχος β΄

ᾌσωμεν τῷ Κυρίῳ τῷ ἐν θαλάσσῃ πάλαι λαὸν καθοδηγήσαντι καὶ ἐν αυτῇ τὸν Φαραὼ πανστρατιᾷ βυθίσαντι ᾠδὴν ἐπινίκιον ὅτι δεδόξασται.

2010 Ἀρχιστράτηγε Θεοῦ κοντάκιον  Ἦχος β΄

Ἀρχιστράτηγε Θεοῦ λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.

2011 Ἄτριπτον ἀσυνήθη  Ἦχος β΄

Ἄτριπτον ἀσυνήθη, ἁβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ. τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται.

2012 Βάτος ἐν ὄρει πυράφλεκτος  Ἦχος β΄

Βάτος ἐν ὄρει πυράφλεκτος, καὶ δροσοβόλος κάμινος Χαλδαϊκή, σαφῶς προγράφει σε Θεονυμφε· τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρί, πῦρ ἀφλέκτως ἐδέξω· διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

2013 2013C Βυθοῦ ἀνεκάλυψε  Ἦχος β΄

Βυθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.

2014 Βυθῷ ἁμαρτημάτων  Ἦχος β΄

Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου χειμάζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσον Σωτήρ.

2015 Γυναῖκες ἀκουτίσθητε ἑξαποστειλάριον  Ἦχος β΄

Γυναῖκες ἀκουτίσθητε, φωνὴν ἀγαλλιάσεως, Τύραννον ᾍδην πατήσας, φθορᾶς ἐξήγειρα κόσμον, δράμετε φίλοις εἴπατε, τοῖς ἐμοῖς εὐαγγέλια· βούλομαι γὰρ τὸ πλάσμα μου, χαρὰν ἐκεῖθεν αὐγάσαι, ἐξ ἧς προῆλθεν ἡ λύπη.

2016 2016C Δεῦτε λαοί, ᾄσωμεν  Ἦχος β΄

Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὂν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

2017 Εἰκόνος χρυσῆς  Ἦχος β΄

Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

2018 Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν  Ἦχος β΄

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.

2021 Ἐλευθέρα μὲν ἡ κτίσις Ἰαμβικὸς  Ἦχος β΄

Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται, Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον· Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.

2022 Ἐλήλυθας, ἐκ Παρθένου  Ἦχος β΄

Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

2023 2023C Ἐμεγάλυνας Χριστὲ  Ἦχος β΄

Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ Πλάστης ἡμῶν, ὁμοιοπαθὲς ἡμῖν περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων· ταύτην μακαρίζοντες, πᾶσαι γενεαί σε μεγαλύνομεν.

2024 Ἐν ἀβύσσῳ  Ἦχος β΄

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

2025 2025C Ἐν βυθῷ  Ἦχος β΄

Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπεροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

2026 2026C Ἐν πέτρᾳ με, τῆς πίστεως  Ἦχος β΄

Ἐν πέτρᾳ με, τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.

2027 Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων  Ἦχος β΄

Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων, προαπεικόνισάς ποτε, τὴν σὴν Μητέρα Κύριε· ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο, ἀφλέκτως ἐμβατεύοντας, ἢν ὑμνοῦμεν ἐμφανισθεῖσαν, διὰ σοῦ τοῖς πέρασι σήμερον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

2028 2028C Ἐξήνθησεν ἡ ἔρημος  Ἦχος β΄

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

2029 Εὐσπλαγχνίας ὑπάρχουσα κάθισμα  Ἦχος β΄

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς πανύμνητε Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοῶμέν σοι, ὥς ποτε ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

2030 Ἔφλεξε ῥείθρῳ Ἰαμβικὸς  Ἦχος β΄

Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας. Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας, Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας, Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.

2031 2031Cα 2031Cb Ἔφριξε Παίδων εὐαγῶν  Ἦχος β΄

Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

2032 2032C Ἐχθροῦ ζοφώδους Ἰαμβικὸς  Ἦχος β΄

Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.

2033 Ἡ ἐν οὐρανοῖς  Ἦχος β΄

Ἡ ἐν οὐρανοῖς εὐλογημένη καὶ ἐπὶ γῆς δοξολογουμένη χαῖρε Νύμφη ἀνύμφευτε.

2034 Ἡ θεόκλητος Μάρτυς  Ἦχος β΄

Ἡ θεόκλητος Μάρτυς Βαρβάρα, ἐν τῷ σταδίῳ πάσχουσα ἔλεγε· Δεινὰ μὲν τὰ παρόντα κολαστήρια, ὦ δικαστά, οὐ προκρίνω δὲ ὅλως, τῶν οὐρανίων τὰ ἐπίγεια· διὰ τοῦτο τέμνετε, ξέετε τάς σάρκας, πυρὶ παραδότε με, χαίρουσα ἀπίω πρὸς τὸν Νυμφίον μου Χριστόν. Ἧς ταῖς ἱκεσίαις Σωτήρ, τὰ ἐλέη σου κατάπεμψον ἡμῖν, καὶ σῶσον τοὺς τὴν ἄθλησιν αὐτῆς, ἐκτελοῦντας πιστῶς.

2035 2035C Ἡ τὸν ἀχώρητον Θεὸν  Ἦχος β΄

Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.

2036 2036C Ἡ τὸν πρὸ ἡλίου φωστῆρα  Ἦχος β΄

Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε σὲ Θεοτόκε μεγαλύνομεν.

2037 2037C Ἡ φωνὴ τοῦ λόγου  Ἦχος β΄

Ἡ φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρουμενος.

2037α Ἥμαρτον εἰς σὲ Σωτήρ  Ἦχος β΄

Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.

2038 Ἤχου ῥημάτων δεήσεως  Ἦχος β΄

Ἤχου ῥημάτων δεήσεως, ἐκ κατωδύνου Δέσποτα, ψυχῆς ἐπακούσας, τῶν δεινῶν με λύτρωσαι· μόνος γὰρ εἶ τῆς ἡμῶν, σωτηρίας πρόξενος.

2039 Ἴδετε, ἴδετε  Ἦχος β΄

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ κορέσας, Ἰσραηλίτην λαόν, καὶ τὸ ὕδωρ ἐκ πέτρας πηγάσας τοῖς βροτοῖς, ἵνα τὸν πάλαι τῇ φθορᾷ, πεπτωκότα φορέσας, ἑλκύσω πρὸς ἐμαυτόν, δι' ἄφατον ἔλεος.

2040 2040C Ἰησοῦς ὁ ζωῆς ἀρχηγὸς  Ἦχος β΄

Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἤκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.

2041 2041C Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ Ἰαμβικὸς  Ἦχος β΄

Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ, Ἤχῳ Πατήρ, ὂν γαστρὸς ἐξηρεύξατο, Ναί φησιν οὗτος, συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τε μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

2042 Ἰνδάλματος χρυσοῦ  Ἦχος β΄

Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ Εἰκόνα τεθεαμένοι, μέσον τῆς φλογὸς ἀνέμελπον, ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα Κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

2043 Ἰσχὺν ὁ διδοὺς  Ἦχος β΄

Ἰσχὺν ὁ διδοὺς τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν, οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος πλὴν σοῦ Κύριε.

2044 Κάμινός ποτε  Ἦχος β΄

Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

2045 Μεσίτης Θεοῦ  Ἦχος β΄

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.

2046 2046C Μυστήριον παράδοξον  Ἦχος β΄

Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα, δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὂν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

2047 2047C Νέους εὐσεβεῖς  Ἦχος β΄

Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

2048 Ὁ ἄνθραξ τῷ Ἠσαΐᾳ  Ἦχος β΄

Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, καὶ θεογνωσίας φωτισμὸν δωρούμενος.

2049 Ὁ εὐσχήμων Ἰωσὴφ  Ἦχος β΄

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντον σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

2049α Ο σοφίσας υπερ ρήτορας  Ἦχος β΄

Ὁ σοφίσας ὑπέρ ῥήτορας τοὺς ἁλιεῖς καὶ ἐκπέμψας ὑπὲρ κήρυκας πάσῃ τῇ γῇ τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου Χριστὲ ὁ Θεός, δι΄αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.

2050 Ὁ τὴν κάμινον πάλαι  Ἦχος β΄

Ὁ τὴν κάμινον πάλαι παφλάζουσαν σβέσαι καὶ τοὺς παῖδας τῷ ὄμβρῳ τοῦ πνεύματος δροσίσας, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

2051 Ὁ τοῦ φωτὸς χορηγὸς  Ἦχος β΄

Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σοῦ γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.

2052 Ὁ φωτισμὸς  Ἦχος β΄

Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.

2053 Οἶκος τοῦ Ἐφραθᾶ ἀπόστιχα  Ἦχος β΄

Οἶκος τοῦ Ἐφραθᾶ, ἡ Πόλις ἡ ἁγία, τῶν Προφητῶν ἡ δόξα, εὐτρέπισον τὸν οἶκον, ἐν ᾧ τὸ θεῖον τίκτεται.

2054 Ὅλος ὑπάρχεις ἔφεσις  Ἦχος β΄

Ὅλος ὑπάρχεις ἔφεσις, ὅλος γλυκασμός, Λόγε Θεοῦ, Παρθένου Υἱέ, Θεὲ Θεῷν Κύριε, Ἁγίων Ὑπεράγιε, διό σε ἅπαντες σὺν τῇ τεκούσῃ μεγαλύνομεν.

2055 Ὁ σκιόγραφον ἀχλὺν  Ἦχος β΄

Ὁ σκιόγραφον ἀχλύν, αἰνιγμάτων σκεδάσας, καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας, διὰ τῆς θεόπαιδος, καταυγάσας τάς καρδίας, καὶ ἡμᾶς τῷ φωτί σου Χριστὲ καθοδήγησον.

2056 Ὅσοι παλαιῶν ἐκλελύμεθα Ἰαμβικὸς  Ἦχος β΄

Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων, βορῶν λεόντων συντεθλασμένων μύλας, ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς ἥδεται δωρημάτων.

2057 Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν  Ἦχος β΄

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν, ὁ Ἀριμαθαίας καθεῖλε, τὴν τῶν ἁπάντων ζωήν, σμύρνῃ καὶ σινδόνι σε Χριστὲ ἐκήδευσε, καὶ τῷ πόθῳ ἠπείγετο, καρδίᾳ, καὶ χείλει, σῶμα τὸ ἀκήρατον, σοῦ περιπτύξασθαι, ὅμως συστελλόμενος φόβῳ, χαίρων ἀνεβόα σοι· Δόξα, τῇ συγκαταβάσει σου Φιλάνθρωπε.

2057α Ὅτε κατῆλθες πρὸς τὸν θάνατον  Ἦχος β΄

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

2058 Πάντας ὑπερβάλλω  Ἦχος β΄

Πάντας ὑπερβάλλω τῇ ἁμαρτίᾳ, τίνι μαθητεύσω τῇ μετανοίᾳ; ἐὰν στενάξω ὡς ὁ Τελώνης, νομίζω βαρεῖν τοὺς οὐρανούς, ἐὰν δακρύσω καθὼς ἡ Πόρνη, μιαίνω τοῖς δάκρυσι τὴν γῆν· ἀλλὰ δός μοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὁ Θεὸς καὶ ἐλέησόν με.

2060 Ποίοις εὐφημιῶν στέμμασιν στιχηρὰ  Ἦχος β΄

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τῷ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

2061 Πρὸς Κύριον ἐκ κήτους  Ἦχος β΄

Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σύ με ἀνάγαγε, ἐκ πυθμένος ᾍδου δέομαι, ἵνα ὡς λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.

2062 Προσέχετε λαοί  Ἦχος β΄

Προσέχετε λαοί, τὰ τεράστια τῶν ἔργων, τῆς θείας μου δυναστείας, καὶ ἐν τούτῳ ἐπιγνώσεσθε, ὅτι μόνος ἐγώ εἰμι Θεὸς τοῦ παντός.

2063 Προσέχετε λαός μου τῷ νόμῳ μου  Ἦχος β΄

Προσέχετε λαός μου τῷ νόμῳ μου, κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόματός μου, ὅτι τὸ ὄνομά σου Κύριε ἐκάλεσα.

2063α Προστασία τῶν Χριστιανῶν  Ἦχος β΄

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

2064 Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν κοντάκιον  Ἦχος β΄

Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ, Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν μόνον φιλάνθρωπον.

2065 Πυρσῷ καθαρθεὶς μυστικῆς Ἰαμβικὸς  Ἦχος β΄

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας, Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου, Ὢ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.

2066 Ῥῆμα τυράννου  Ἦχος β΄

Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, Βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

2067 Ῥήτορες ἀνεδείχθησαν Παῖδες  Ἦχος β΄

Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοί ποτε· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

2068 Σαρκὶ ὑπνώσας ὡς θνητὸς ἑξαποστειλάριον  Ἦχος β΄

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

2068α Σὲ τὴν νοητήν  Ἦχος β΄

Σὲ τὴν νοητήν, καὶ ἔμψυχον κλίμακα, ἐν ᾗ ὁ Θεὸς ἡμῶν ἐπεστήρικτο, δι' οὗ τὴν πρὸς οὐρανὸν εὕρομεν ἄνοδον, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

2069 Σήμερον ὁ Χριστὸς  Ἦχος β΄

Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

2069α Σταυρωθήτω έκραζον  Ἦχος β΄

Σταυρωθτω κραζον, ο τν σν χαρισμτων ε ντρυφντες, κα κακοργον ντ' εεργτου, τοντο λαβεν, ο τν δικαων φονευτα, σιπας δ Χριστ, φρων ατν τν προπτειαν, παθεν θλων, κα σσαι μς ς φιλνθρωπος.

2070 Σταυρός, ὁ φύλαξ πάσης ἑξαποστειλάριον  Ἦχος β΄

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, Πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

2071 Στειρωθέντα μου τὸν νοῦν  Ἦχος β΄

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.

2072 Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε  Ἦχος β΄

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

2073 Στίβει θαλάσσης Ἰαμβικὸς  Ἦχος β΄

Στίβει θαλάσσης, κυματούμενον σάλον, Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον, Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων, Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος, Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

2074 Σὺ τῷ λόγῳ σου Κύριε  Ἦχος β΄

Σὺ τῷ λόγῳ σου Κύριε οὺρανοὺς ἐστερέωσας· σὺ καὶ τὴν ἐμὴν ἐν τῇ πίστει καρδίαν στερέωσον.

2075 Τὰ ἄνω ζητῶν κοντάκιον  Ἦχος β΄

Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον ἐργασάμενος, δι' αὐτοῦ συνόμιλος, τῶν Ἀγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

2076 Τὰ μεγαλεῖά σου Παρθένε κοντάκιον  Ἦχος β΄

Τὰ μεγαλεῖά σου Παρθένε τίς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς θεολόγος καὶ φίλος Χριστοῦ.

2077 Τὰ Χερουβεὶμ μιμούμενοι  Ἦχος β΄

Τὰ Χερουβεὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τάς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.

2078 Τὴν ἁγνὴν καὶ ἄχραντον  Ἦχος β΄

Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων ἅπαντες οἱ πιστοί, εὐσεβῶς ὡς Θεοτόκον μεγαλύνομεν.

2079 Τὴν ἀχλὺν τῆς ψυχῆς μου  Ἦχος β΄

Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου καταύγασόν με, ὡς μόνος τῆς εἰρήνης Βασιλεύς.

2080 Τὴν ἄχραντον Εἰκόνα σου κάθισμα  Ἦχος β΄

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

2081 Τὴν ἐκ παρθένου σου  Ἦχος β΄

Τὴν ἐκ παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα, καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ.

2082 Τὴν Μωσέως ᾠδὴν  Ἦχος β΄

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή, βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν.

2083 Τὴν παρθενίαν σου  Ἦχος β΄

Τὴν παρθενίαν σου Θεοτόκε ἀμίαντε, ἣν οὐ κατέφλεξε, τὸ πῦρ τῆς Θεότητος, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

2084 Τὴν ὑπερφυῶς σαρκὶ  Ἦχος β΄

Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί.

2084b Τὴν φωνήν σοι προσάγομεν  Ἦχος β΄

Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

2084α Τῆς νυκτὸς διελθούσης  Ἦχος β΄

Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε τάγματα Ἀγγέλων καὶ δοξολογεῖ σε Χριστὲ ὁ Θεός.

2085 Τῆς πίστεως, ἐν πέτρᾳ  Ἦχος β΄

Τῆς πίστεως, ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὔκ ἐστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.

2086 Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος κοντάκιον  Ἦχος β΄

Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὕας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

2087 Τοῖς Μαθηταῖς συνέλθωμεν ἐξαποστειλάριον  Ἦχος β΄

Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.

2088 Τοῖς τῶν αἱμάτων σου κοντάκιον  Ἦχος β΄

Τοῖς τῶν αἱμάτων σου ῥείθροις Δημήτριε, τὴν Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεν, ὁ δοὺς σοι τὸ κράτος ἀήττητον, καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.

2089 Τὸν ἀρρήτῳ σοφίᾳ  Ἦχος β΄

Τὸν ἀρρήτῳ σοφίᾳ, συστησάμενον πάντα Θεὸν Λόγον, καὶ ἐκ μὴ ὄντων, εἰς τὸ εἶναι παραγαγόντα, εὐλογεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

2090 Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον  Ἦχος β΄

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.

2091 Τὸν ἐν καμίνῳ τοῦ πυρὸς  Ἦχος β΄

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

2092 Τὸν ἐν τῇ βάτῳ Μωσῇ  Ἦχος β΄

Τὸν ἐν τῇ βάτῳ Μωσῇ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὅρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

2093 Τὸν ἐν φωναῖς Ἀγγελικαῖς  Ἦχος β΄

Τὸν ἐν φωναῖς Ἀγγελικαῖς, ἐν οὐρανοῖς δοξαζόμενον Θεόν, αἰνέσωμεν ἅπαντες οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας.

2094 Τὸν ζωοποιὸν Σταυρὸν κάθισμα  Ἦχος β΄

Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὂν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τάς πόλεις σου, ἱκετεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

2094α Τὸν λίθον τοῦ μνήματος  Ἦχος β΄

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως ἀναστάς, παρέσχες πᾶσι, Κύριε, δόξα σοι.

2095 Τὸν πάλαι δροσίσαντα  Ἦχος β΄

Τὸν πάλαι δροσίσαντα, τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί, καὶ φλέξαντα Κύριον, τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ, ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

2096 Τὸν φωτισμὸν ἡμῶν  Ἦχος β΄

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

2097 Τόξον συνετρίβη δυναστῶν  Ἦχος β΄

Τόξον συνετρίβη δυναστῶν τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο.

2097α Τοῦ Προφήτου σου  Ἦχος β΄

Τοῦ Προφήτου σου Μωϋσέως τὴν μνήμην, Κύριε, ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

2098 Τοὺς ἀσφαλεῖς κοντάκιον  Ἦχος β΄

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

2099 Τῷ δόγματι τῷ τυραννικῷ  Ἦχος β΄

Τῷ δόγματι τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

2100 Τῷ τὴν ἄβατον  Ἦχος β΄

Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῇς, τὸν Ἰσραηλίτῃν λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

2101 Τῶν γηγενῶν τίς ἤκουσε  Ἦχος β΄

Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον; ἢ τίς ἑώρακε ποτέ, ὅτι Παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα; τοιοῦτον σου τὸ θαῦμα, καὶ σὲ ἁγνὴ Θεοτόκε μεγαλύνομεν.

2102 Τῶν Μαθητῶν ὁρώντων σε ἑξαποστειλάριον  Ἦχος β΄

Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τὴν ἀρχίφωτον δόξαν.

2102α Τῶν πεπραγμένων μοι δεινῶν  Ἦχος β΄

Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν Ἄσωτον υἱόν· διὸ καὶ προσπίπτω σοι Ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

2103 Τῶν ὑπὲρ νοῦν ἀγαθῶν στιχηρὰ  Ἦχος β΄

Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξάμενος ἔρωτα, πάντα τὰ ἐν τῷ κόσμῳ τερπνὰ ὑπερεῖδες θεόληπτε· ἐντεῦθεν γὰρ τῷ καρπῷ οὐχ ἑάλως, καθάπερ Ἀδὰμ τὸν ὄφιν δὲ ἐναποκρουσάμενος δι’ ἐγκρατείας, ἀγγελικῶς τὸν βίον διήνυσας, καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ, ἐπαπολαύων τοῦ ξύλου τῆς ζωῆς, Θεὸν ἱλεούμενος ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, ἡγιασμένε Σάββα τὴν μνήμην σου.

2105 Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε  Ἦχος β΄

Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἤκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε.

2106 Ὑπερευλογημένη ὑπάρχεις κάθισμα  Ἦχος β΄

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

2106α Ὑπερδεδοξασμένη ὑπάρχεις  Ἦχος β΄

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε∙ διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

2108 Χειρόγραφον εἰκόνα  Ἦχος β΄

Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ’ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

2109 Ψυχαῖς καθαραῖς  Ἦχος β΄

Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῇς τῷ ἐξ αὐτῇς, προσφέροντες πρεσβείαν τεχθέντι, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

2110 Ὢ τοῦ μεγίστου μυστηρίου!  Ἦχος β΄

Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν, ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη, ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα. Αὔτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

2111 Ὢ τῶν ὑπὲρ νοῦν Ἰαμβικὸς  Ἦχος β΄

Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων! Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη, Δι' ἧς τυχόντες παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ, Δῶρον φέροντες ὕμνον εὐχαριστίας.

2112 Ὡς ὡράθης Χριστὲ  Ἦχος β΄

Βρσει πλαι πικρ, ξοικισθντες Παραδεσου, γκρατείᾳ τν παθν, πισπεσωμεν εσοικισθναι, νακρζοντες, τ Θε μν· Σταυρ τανσας παλμας σου, ξος πιών, χολς τε γευσμενος, κα δνας καρτερσας, τς κ τν λων, τς πικροττας δονς, πσας κ τν ψυχν μν ξηλσας, δι σπλγχνα οκτιρμν, σσον τος δολους σου. (Προς το ως ωράθης Χριστέ)

 

3001 Ἄβυσσος ἐσχάτη  Ἦχος γ΄

Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον.

3001α Ἀθετήσαντα Χριστέ  Ἦχος γ΄

Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

3002 Ἀνάγαγε ἐκ φθορᾶς  Ἦχος γ΄

Ἀνάγαγε ἐκ φθορᾶς με Κύριε ὁ Θεός μου ὁ Ἰωνᾶς ἐβόα, κἀγὼ βοῶ σοι, ἐκ τοῦ βυθοῦ ῥῦσαί με Σωτήρ, τῶν πολλῶν μου κακῶν, ὅπως αἴνεσιν φωνῆς, θύσω σοι μόνε Φιλάνθρωπε.

3002α Ἀπόστολοι ἐκ περάτων  Ἦχος γ΄

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου παράλαβέ μου τὸ πνεῦμα.

3002b Ἀπόστολοι Ἅγιοι  Ἦχος γ΄

Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

3003 ᾎσμα καινὸν  Ἦχος γ΄

ᾎσμα καινὸν ᾄσωμεν λαοὶ τῷ ἐκ Παρθένου τεχθέντι εἰς σωτηρίαν ἡμῶν, και ἑνοποιήσαντι τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, ὅτι δεδόξασται.

3004 3004C Ἀστέκτῳ πυρὶ ἑνωθέντες  Ἦχος γ΄

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

3006 ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιῆσαντι  Ἦχος γ΄

ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν Ἐρυθρᾷ θαλάσσῃ· πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

3007 Βαβυλωνία κάμινος  Ἦχος γ΄

Βαβυλωνία κάμινος, τοὺς παῖδας οὐκ ἔφλεξεν, οὐδὲ τῆς Θεότητος τὸ πῦρ, τὴν Παρθένον διέφθειρε· διὸ μετὰ τῶν Παίδων πιστοὶ βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

3008 Βυθός μοι τῶν παθῶν ἐπανέστη  Ἦχος γ΄

Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαὶ φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.

3010 Γενναῖοι Μάρτυρες στιχηρὰ  Ἦχος γ΄

Γενναῖοι Μάρτυρες ἀληθείας, ὑμᾶς οὐ βία τυραννική, οὐ θωπεία ἀπατηλή, οὐ μελῶν ἐκκοπαί, οὐδὲ θανάτου ἀπειλαί, τῆς πρὸς τὸ θεῖον ἀγάπης, χωρίσαι δεδύνηνται· διὸ παρρησίαν ἔχοντες, πρὸς Χριστὸν τὸν ἐπὶ πάντων Θεόν, ταύτην ἀμοιβὴν τῶν ἀλγεινῶν βασάνων αἰτήσασθε, παρὰ Χριστοῦ, λαβεῖν εὐχαῖς ὑμῶν, τὸ μέγα ἔλεος.

3011 Δεῦτε ἅπαντα τὰ πέρατα  Ἦχος γ΄

Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος μακαρίσωμεν· ἐν χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο· ὅθεν τῇ Ἁγίᾳ Κοιμήσει αὐτῇς, ὁ κόσμος ἀνεζωοποιήθη, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς μετὰ τῶν Ἀσωμάτων, καὶ τῶν Ἀποστόλων ἐορτάζων φαιδρῶς.

3012 Ἐβόησα ἐν στεναγμοῖς  Ἦχος γ΄

Ἐβὀησα ἐν στεναγμοῖς ἀσιγήτοις πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾄδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου.

3013 Ἐβόησέ σοι  Ἦχος γ΄

Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

3014 Ἔθου πρὸς ἡμᾶς  Ἦχος γ΄

Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γὰρ σοῦ Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε.

3015 Εἰσακήκοα τὴν ἀκοὴν  Ἦχος γ΄

Εισακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην Κύριε.

3016 3016C Ἐκάλυψεν οὐρανοὺς  Ἦχος γ΄

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σοῦ, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἱ νέσεως.

3017 Ἐν νόμῳ, σκιᾷ  Ἦχος γ΄

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

3018 Ἐν Πνεύματι τῷ Ἱερῷ ἑξαποστειλάριον  Ἦχος γ΄

Ἐν πνεύματι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότῃν, κραυγάζων. Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.

3019 3019C Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε  Ἦχος γ΄

Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωυσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί. Δανιὴλ δὲ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.

3020 Ἐνύλου φλόγα πυρὸς  Ἦχος γ΄

Ἐνύλου φλόγα πυρός, δὶ' ἀΰλου κατεμάραναν, θεοφορούμενοι Παῖδες, καὶ ἔψαλλον· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

3021 Ἐπεσκέψατο ἡμᾶς ἑξαποστειλάριον  Ἦχος γ΄

Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

3022 Ἐπεφάνη ὁ Σωτὴρ ἑξαποστειλάριον  Ἦχος γ΄

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

3023 Ἐπὶ τῆς γῆς  Ἦχος γ΄

Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε.

3023α Ἑσπερινὸν ὕμνον  Ἦχος γ΄

Ἑσπερινὸν ὕμνον, προσφέρομέν σοι Χριστέ, μετὰ θυμιάματος, καὶ ᾠδῶν πνευματικῶν, ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

3024 Ἐστερεώθη ἡ καρδία μου  Ἦχος γ΄

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ὅτι οὔκ ἐστιν Ἅγιος, πλὴν σοῦ Κύριε.

3024α Έστησαν τά τριάκοντα  Ἦχος γ΄

Ἔστησαν τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ. Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σάρξ ἀσθενής, διὰ τοῦτο γρηγορεῖτε.

3025 Εὐλογητὸς Κύριος  Ἦχος γ΄

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυΐδ τοῦ παιδὸς αὐτοῦ, διὰ σπλάγχνα ἐλέους, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

3025α Ευφραινέσθω τά ουράνια  Ἦχος γ΄

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.

3026 Ἡ Παρθένος σήμερον  Ἦχος γ΄

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

3027 Θαυμαστὸς ἐνδόξως  Ἦχος γ΄

Θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι ὡς λυτρωτῇ ἡμῶν Θεῷ.

3028 Θείας πίστεως κάθισμα  Ἦχος γ΄

Θείας πίστεως ὁμολογία, ἄλλον Παῦλον σε τῇ Ἐκκλησίᾳ, ζηλωτὴν ἐν ἱερεῦσιν ἀνέδειξε, Συνεκβοᾷ σοι καὶ Ἄβελ πρὸς Κύριον, καὶ Ζαχαρίου τὸ αἷμα τὸ δίκαιον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

3029 Ἴδετε, ἴδετε  Ἦχος γ΄

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, Ὁ Σωτὴρ τοῦ Κόσμου, τὸ φῶς τὸ ἀληθινόν, ἡ πηγὴ τῆς ζωῆς, ὁ Υἱὸς τοῦ Θεοῦ.

3030 Καινὸν τὸ θαῦμα  Ἦχος γ΄

Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη, ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν.

3031 3031C Λατρεύειν ζῶντι Θεῷ  Ἦχος γ΄

Λατρεύειν ζῶντι Θεῷ, οἱ ἐν Βαβυλῶνι Παῖδες προσκαρτερήσαντες, μουσικῶν ὀργάνων κατεφρόνησαν, καὶ φλογὸς μέσον ἑστῶτες, θεοτερπῆ ὕμνον ἀναμέλποντες ἔλεγον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

3032 Μεγάλη τοῦ Σταυροῦ σου  Ἦχος γ΄

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

3032α Μεγάλη τών Μαρτύρων σου  Ἦχος γ΄

Μεγάλη τῶν μαρτύρων σου Χριστὲ ἡ δύναμις ἐν μνήματι γὰρ κεῖνται καὶ πνεύματα διώκουσι, τῇ πίστει τῆς Τριάδος ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.

3033 Μέγιστον θαῦμα στιχηρὰ  Ἦχος γ΄

Μέγιστον θαῦμα! παρθένος τεκοῦσα, καὶ τὸ τεχθὲν Θεὸς πρὸ αἰώνων, προφανὴς ὁ τόκος, καὶ τὸ τελούμενον ὑπὲρ φύσιν. Ὢ Μυστηρίου φρικώδους! ὃ καὶ νοούμενον, ἄφραστον μένει, καὶ θεωρούμενον, οὐ καταλαμβάνεται. Μακαρία σὺ εἶ ἄχραντε Κόρη, Ἀδὰμ τοῦ γηγενοῦς θυγάτηρ, καὶ Θεοῦ τοῦ Ὑψίστου φανεῖσα μήτηρ. Αὐτὸν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.

3034 Μὴ ἐν ποταμοῖς  Ἦχος γ΄

Μὴ ἐν ποταμοῖς, ὀργισθῇς Κύριε, μὴ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου.

3035 Ὁ ἐκ μὴ ὄντων τὰ πάντα  Ἦχος γ΄

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δεσπότα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.

3036 Ὁ οὐρανὸν τοῖς ἄστροις ἑξαποστειλάριον  Ἦχος γ΄

Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἀγγέλων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.

3037 Ὁ τὰ ὕδατα  Ἦχος γ΄

Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

3038 Ὁ τὴν φλόγα  Ἦχος γ΄

Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς Παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

3038α Ὁ τῷ πάθει σου Χριστέ  Ἦχος γ΄

Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

3039 Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου  Ἦχος γ΄

Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου σοῦ Τόκου, βέλει τρωθέντες Ἁγνή, σοῦ τὸ ἀξιέραστον κάλλος θαυμάζοντες, ἅμα σὺν Ἀγγέλοις ἐπαξίως σε, ὡς μητέρα Θεοῦ μεγαλύνομεν.

3040 Ὀρθρίζοντες ἀνυμνοῦμέν σε Λόγε  Ἦχος γ΄

Ὀρθρίζοντες ἀνυμνοῦμέν σε Λόγε, Υἱὲ Θεοῦ Μονογενές, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντας.

3042 Πρὸς σὲ ὀρθρίζω  Ἦχος γ΄

Πρὸς σε ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην· διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον.

3042α Πρόσεχε γ κα ορανέ  Ἦχος γ΄

Πρόσεχε γ κα ορανέ, καί νωτίζου τ ρήματά μου, λαλήσω γρ τος ν γ, Θεο θαυμάσια.

3044 Σὲ τὴν ἀθάνατον πηγὴν  Ἦχος γ΄

Σὲ τὴν ἀθάνατον πηγήν, τὴν δι' Ἁγίων ἰάματα, τῶν ἀνθρώπων τῷ γένει παρέχουσαν, ἀεὶ μεγαλύνομεν, ὅτι σῴζεις τάς ψυχὰς ἡμῶν.

3045 Σὲ τὴν ἀκατάφλεκτον βάτον  Ἦχος γ΄

Σὲ τὴν ἀκατάφλεκτον βάτον, καὶ ἁγίαν Παρθένον, τὴν Μητέρα τοῦ Φωτός, καὶ Θεοτόκον, τὴν ἐλπίδα πάντων ἡμῶν μεγαλύνομεν.

3046 Σὲ τὸν ἐν πυρὶ δροσίσαντα  Ἦχος γ΄

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

3047 Σκηνώσεως Ἰωνᾶς  Ἦχος γ΄

Σκηνώσεως Ἰωνᾶς, τῆς ἐν κατωτάτῳ ᾅδου τῆς φύσεως, σύμβολον γεγονὼς ἐβόα, ἀνάγαγε ἐκ φθορᾶς, τὴν ζωήν μου Φιλάνθρωπε.

3048 Σοβαρὸς ὁ τύραννος  Ἦχος γ΄

Σοβαρὸς ὁ τύραννος, ἀλλὰ παίδων γέγονεν ἄθυρμα, ὥσπερ γὰρ χοῦν πατήσαντες, τὴν ἑπταπλάσιον φλόγα ἔψαλλον, ευλογητὸς ὁ Κύριος ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

3049 Σταυροφανῶς Μωυσῆς στιχηρὰ  Ἦχος γ΄

Σταυροφανῶς Μωυσῆς, ἐν τῷ ὅρει, χεῖρας ἐκτείνας πρὸς ὕψος, τὸν Ἀμαλὴκ ἐτροποῦτο, σὺ δὲ Σωτὴρ τάς παλάμας ἀπλώσας, ἐν τῷ Σταυρῷ τῷ τιμίῳ, ἐνηγκαλίσω με σώσας, τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἔδωκάς μοι σημείωσιν ζωῆς, ἀπὸ τόξου φυγεῖν τῶν ἐναντίων μου. Διὰ τοῦτο, Λόγε, προσκυνῶ τὸν Σταυρόν σου τὸν τίμιον.

3050 Στεῖρα ψυχὴ καὶ ἄγονε  Ἦχος γ΄

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὔκ ἐστιν ἅγιος, οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.

3052 Στερέωσον Κύριε  Ἦχος γ΄

Στερέωσον Κύριε, τάς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν, τοῦ δοξάζειν σε Σωτὴρ εἰς αἰῶνα αἰῶνος.

3053 Σῶσόν με Κύριε ὁ Θεός μου  Ἦχος γ΄

Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει, δός μοι χεῖρα βοηθείας, καὶ πρὸς φῶς ἀνάγαγε με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

3055 Τεμνομένην θάλασσαν  Ἦχος γ΄

Τεμνομένην θάλασσαν ράβδῳ, πάλαι ὁ Ἰσραὴλ διῆλθεν ὡς ἐν ἐρήμῳ, καὶ Σταυροῦ τύπος ἐμφανῶς προοδοποιεῖ τρίβον· διὰ τοῦτο ᾄσωμεν ἐν αἰνέσει τῷ θαυμαστῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.

3057 Τὴν ἐν βάτῳ καὶ πυρὶ  Ἦχος γ΄

Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ, τῷ νομοθέτῃ Μωσῇ, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πῦρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν ὄντως Θεοτόκον, ἐν ὕμνοις τιμῶντές σε μεγαλύνομεν.

3059 Τὴν σὴν εἰρήνην  Ἦχος γ΄

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ,ἐκτὸς σοῦ γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν,τὸν ἐν τοῖς Ὑψίστοις σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενον.

3060 Τὴν ὡραιότητα κάθισμα  Ἦχος γ΄

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε. Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

3062 Τὸ κατάσκιον ὄρος  Ἦχος γ΄

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὄρους κατασκίου δασέος.

3063 Τὸ ξένον καὶ ἀπόρρητον  Ἦχος γ΄

Τὸ ξένον καὶ ἀπόρρητον τοῦ τόκου σου μυστήριον εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην καὶ γεγηθὼς κραυγάζω σοι· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

3064 Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ  Ἦχος γ΄

Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ, Περσικῷ σεβάσματι, Παῖδες οὐ προσεκύνησαν τρεῖς, ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

3065 Τὸ στερέωμα  Ἦχος γ΄

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

3066 Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστὲ  Ἦχος γ΄

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὁ Θεὸς τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.

3068 Τὸν ἐν φλογὶ  Ἦχος γ΄

Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυναστείᾳ, καὶ ὀφθέντα Κύριον, ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

3069 Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς  Ἦχος γ΄

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἐκ τοῦ Θεοῦ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

3069α Τὸν Λῃστὴν αὐθημερόν  Ἦχος γ΄

Τὸν Λῃστὴν αὐθημερόν, τοῦ Παραδείσου ἠξίωσας Κύριε, κᾀμὲ τῷ ξύλῳ τοῦ Σταυροῦ, φώτισον καὶ σῶσόν με.

3070 Τὸν νυμφῶνά σου βλέπω ἑξαποστειλάριον  Ἦχος γ΄

Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με.

3070α Τὸν Σταυρόν σου προσκυνῶ  Ἦχος γ΄

Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον, τὸν φύλακα τοῦ κόσμου, τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, τὸ μέγα ἱλαστήριον, τοῦ βασιλέως τὸ νῖκος, τὸ καύχημα πάσης τῆς οἰκουμένης.

3071 Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως  Ἦχος γ΄

Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.

3072 Τόξον ἔθραυσας ἐχθρῶν  Ἦχος γ΄

Τόξον ἔθραυσας ἐχθρῶν, καὶ θυρεοὺς συνέτριψας ἐν ἰσχύϊ, Δεσπότα Χριστέ, τὸ στερέωμα ἡμῶν, ἅγιος εἶ Κύριε.

3073 Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων  Ἦχος γ΄

Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας, μὴ παρίδῃς. Σῶσον Σωτὴρ ὡς ἔσωσας, τοῦ θηρὸς τὸν προφήτην.

3074 Τρεῖς Παῖδες ἐν καμίνῳ  Ἦχος γ΄

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

3075 Τῷ τύπῳ τοῦ σταυροῦ  Ἦχος γ΄

Τῷ τύπῳ τοῦ Σταυροῦ σου φιλάνθρωπε, ὁ θάνατος νενέκρωται καὶ ὁ ᾍδης ἐσκύλευται, καὶ οἱ πάλαι θανόντες ἀναστάντες ὕμνον σοι προσέφερον· διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός, τὸν μεταστάντα ἐξ ἡμῶν ἀνἀπαυσον ἔνθα πάντων ἐστὶν ευφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν Θεότητα.

3078 Φαραὼ τὰ ἅρματα  Ἦχος γ΄

Φαραὼ τὰ ἅρματα, βυθῷ καλύψας Κύριε τὴν θάλασσαν διέρρηξας, καὶ ἔσωσας ᾄσμασιν ὑμνοῦντά σε, λαὸν Ἰσραηλίτην.

3079 Φῶς ἀναλλοίωτον ἑξαποστειλάριον  Ἦχος γ΄

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

3079α Φωτὶ τῷ ἀνεσπέρῳ  Ἦχος γ΄

Φωτὶ τῷ ἀνεσπέρῳ σου Χριστέ, καταύγασον τὴν ταπεινήν μου ψυχήν, καί ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.

3080 Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος  Ἦχος γ΄

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

3081 Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς  Ἦχος γ΄

Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

3082 Ὡς ὄμβρος ἐπ' ἄγρωστιν  Ἦχος γ΄

Ὡς ὄμβρος ἐπ΄ἄγρωστιν καὶ ὡς νιφετὸς ἐπὶ χόρτον, καταβήτω ἐπὶ γῆς τὰ ρήματά μου.

3083 Ὡς πάλαι τοὺς εὐσεβεῖς  Ἦχος γ΄

Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον· Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

4001 Ἀβραμιαῖοί ποτε  Ἦχος δ΄

Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι παῖδες, καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

4002 Ἀκήκοεν ὁ Προφήτης  Ἦχος δ΄

Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε καὶ ἐφοβήθη, κατενόησε τὰ ἔργα σου, καὶ ἐξέστη· Δόξα τῇ δυνάμει σου, δόξα Χριστέ, τῇ συγκαταβάσει σου.

4003 4003C Ἄκουε Κόρη Παρθένε  Ἦχος δ΄

Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ. Διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

4004 4004C Ἄναξ ἀνάκτων Ἰαμβικὸς  Ἦχος δ΄

Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι, Δόξα τῷ κράτει σου, Κύριε.

4006 Ἀνάτειλόν μοι Κύριε  Ἦχος δ΄

Ἀνάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστὲ τὸ πνεῦμά μου, ὀρθρίζει καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ πρὸς σὲ καταφεύγω, τῆς εἰρήνης Βασιλεῦ.

4007 4007C Ἀνοίξω τὸ στόμα μου  Ἦχος δ΄

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα (τὴν κοίμησιν, τὴν εἴσοδον, τὴν σύλληψιν).

4008 4008C Ἅπας γηγενὴς  Ἦχος δ΄

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια (τὴν ἱερὰν Μετάστασιν, τὰ ἱερὰ Εἰσόδια,) τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

4009 4009Cα 4009Cb Ἅρματα Φαραὼ  Ἦχος δ΄

Ἅ`