Κανών ΟΕ' της ΣΤ' Οικ. Συνόδου (Τους επί το ψάλλειν...)

Η Ψαλμωδία στο Εκκλησιαστικό Δίκαιο.
Άβαταρ μέλους
Παναγιώτης
Διαχειριστής
Δημοσιεύσεις: 901
Εγγραφή: 07 Φεβ 2008, 05:43

Κανών ΟΕ' της ΣΤ' Οικ. Συνόδου (Τους επί το ψάλλειν...)

Δημοσίευση από Παναγιώτης »

Ὁ Θεόδωρος Βαλσαμῶν, στὴν ἐρμηνεία τοῦ Κανόνος ΟΕ' τῆς ΣΤ' Οἰκουμενικῆς Συνόδου, ἀναφέρει [PG, 137,769-772]:

«ΚΑΝΩΝ ΟΕ' «Τοὺς ἐπὶ τὸ ψάλλειν ἐν ταῖς ἐκκλησίαις παραγινομένους βουλόμεθα, μήτε βοαῖς ἀτάκτοις κεχρῆσθαι καὶ τὴν φύσιν πρὸς κραυγὴν ἐκβιάζεσθαι, μήτε τι ἐπιλέγειν τῶν μὴ τῇ ἐκκλησίᾳ ἀρμοδίων τε καὶ οἰκείων· ἀλλὰ μετὰ πολλῆς προσοχῆς καὶ κατανύξεως τὰς ψαλμῳδίας προσάγειν τῷ τῶν κρυπτῶν ἐφόρῳ Θεῷ. Εὐλαβεῖς γὰρ ἔσεσθαι τοὺς υἱοὺς Ἰσραὴλ τὸ ἱερὸν ἐδίδαξε λόγιον (84).»

ΒΑΛΣ. Αἱ τοῦ Θεοῦ ἐκκλησίαι οἶκοι προσευχῶν λέγονται· ὅθεν καὶ οἱ προσευχόμενοι παρακαλεῖν τὸν Θεὸν ὀφείλουσι μετὰ δακρύων καὶ ταπεινώσεως, οὐ μὴν μετὰ ἀτάκτου καὶ ἀναιδοῦς σχήματος. Διωρίσαντο οὖν οἱ Πατέρες, μὴ γίνεσθαι τὰ ἱερὰ ψαλμῳδήματα διὰ βοῶν ἀτάκτων καὶ ἐπιτεταμένων καὶ τὴν φύσιν παραβιαζομένων· μήτε τὴν διά τινων καλλιφωνιῶν ἀνοικείων τῇ ἐκκλησιαστικῇ καταστάσει καὶ ἀκολουθίᾳ, οἷα εἰσι τὰ θυμελικὰ μέλη [θυμελικός = τῆς θυμέλης, θεατρικός], καὶ αἱ περιτταὶ ποικιλίαι τῶν φωνῶν· ἀλλὰ μετὰ πολλῆς κατανύξεως καὶ θεαρέστου τρόπου προσάγειν τῷ Θεῷ τὰς εὐχάς, τῷ εἰδότι τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν. Ταῦτα δὲ παρεκελεύσαντο ἀκολούθως τῷ εὐαγγελικῷ ῥητῷ, τῷ διοριζομένῳ μὴ κατὰ ἐθνικοὺς εὔχεσθαι ἡμᾶς μετὰ βαττολογίας καὶ κραυγῆς, ὡς οἱομένους εἰσακουσθῆναι διὰ τὴν πολυλογίαν ἡμῶν, ἀλλ' ἐν τῷ κρυπτῷ προσάγειν τὸν ὕμνον τῷ Θεῷ· ποιεῖν δὲ καὶ τὰς αἰτήσεις ὁμοίως, ἵνα καὶ ὁ Πατὴρ ἡμῶν ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσῃ ἡμῖν ἐν τῷ φανερῷ. Ἐπεὶ δέ, φασί, καὶ ὁ Μωσαϊκὸς νόμος εἶπεν ἐν τῷ Λευϊτικῷ· Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ, μᾶλλον ἡμεῖς, οἱ τοῦ νόμου τούτου δεξάμενοι τὸ πλήρωμα, ὀφείλομεν εὐλαβέστεροι εἶναι, καὶ κατὰ τὰ νενομισμένα πολιτεύεσθαι. Ἐπεὶ δὲ παρὰ διαφόροις ἁγιωτάτοις πατριάρχαις ἐλαλήθη μὴ μόνον ἐν ταῖς ἑορταῖς γίνεσθαι τοιαῦτα παρὰ τῶν ψαλτῶν, ἀλλὰ καὶ ἐν παννυχίσι καὶ μνημοσύνοις τεθνεώτων· γεγόνασι διάφορα σημειώματα συνοδικὰ ἀφορισμῷ καθυποβάλλοντα τοὺς τοιαῦτα ποιοῦντας, καὶ μὴ διὰ ψαλμῳδημάτων καὶ ἀλληλουϊαρίων λιτῶν καὶ ψαλλομένων κατὰ τὸ θεμέλιον τῆς ἐκκλησίας ἐκπληροῦντας τὴν παννύχιον ψαλμῳδίαν. Ἀνάγνωθι καὶ τῆς ἐν Καρθαγένῃ (85) συνόδου κανόνα ρη', καὶ τὰ ἐν αὐτῷ γραφέντα. Ὡσαύτως ἀνάγνωθι καὶ τὸν εἰς τὰ Σεραφιμὰ καὶ εἰς τό, Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, λόγον τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Κωλύει γὰρ τὰς θυμελικὰς ψαλμῳδίας καὶ ὀρχήσεις τῶν χειρῶν καὶ τὰς ἐκτεταμένας φωνὰς καὶ κινήσεις.

ΖΩΝΑΡ. Ἡ ἐν ταῖς ἐκκλησίαις γινομένη ψαλμῳδία παράκλησίς ἐστι πρὸς Θεόν, δεομένων ἡμῶν ἴλεων ἔσεσθαι τὸ Θεῖον ἡμῖν ἐφ' οἷς αὐτῷ προσκεκρούκαμεν. Οἱ δὲ παρακαλοῦντες τε καὶ δεόμενοι ταπεινὸν ἦθος καὶ κατανενυγμένον ἔχειν ὀφείλουσι. Τὸ δὲ βοᾷν καὶ κραυγάζειν οὐ κατεσταλμένου ἤθους, ἀλλὰ θρασέος ἐστὶ καὶ γεγαυρωμένου. Διὸ καὶ τοὺς ψάλλοντας ἐν ἐκκλησίαις ὁ κανὼν ἀπαιτεῖ μετὰ προσοχῆς καὶ κατανύξεως ψάλλειν, ἀλλὰ μὴ ἀτάκτως βοᾷν, καὶ τὴν φωνὴν ἐκβιάζεσθαι πρὸς κραυγήν. Κραυγὴ δ' ἐστὶν ἐπιτεταμένη φωνὴ καὶ βίᾳ ἐκρηγνυμένη. Καὶ οὐ μόνον τοῦτο ἀπαγορεύει, ἀλλ' οὐδὲ τι ἐπιλέγειν συγχωρεῖ ἀνοίκειον καὶ ἀνάρμοστον ἐκκλησίᾳ, οἷά εἰσι τὰ κεκλασμένα μέλη καὶ μινυρίσματα, καὶ ἡ περιττὴ τῶν μελῳδιῶν ποικιλία [Α: =κλαδικοὶ ἤχοι, ἤτοι μακάμια], εἰς ᾠδὰς ἐκτρεπομένη θυμελικὰς καὶ εἰς ᾄσματα πορνικά, τὰ νῦν ἐν ψαλμῳδίαις ἐπιτηδευόμενα μάλιστα. Ταῦτα διαταττόμενος ἐπάγει καὶ γραφικὴν μαρτυρίαν, λέγων· Εὐλαβεῖς γὰρ ἔσεσθαι τοὺς υἱοὺς Ἰσραὴλ τὸ ἱερὸν ἐδίδαξε λόγιον. Υἱοὶ δὲ Ἰσραὴλ ἐσμεν ἡμεῖς κατὰ τὸν Ἅγιον Παῦλον, λέγοντα· Οὑ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντα τέκνα, ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· τουτέστιν οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.

ΑΡΙΣΤ. "Ἄτακτος κραυγὴ τοῦ ψάλλοντος ἄδεκτος, καὶ ὁ ἐπιλέγων τὰ καὶ ἐκκλησίαις ἀνάρμοστα."

Μετὰ κατανύξεως καὶ προσοχῆς πολλῆς δεῖ τὰς ψαλμῳδίας προσάγειν τῷ τῶν κρυπτῶν ἐφόρῳ Θεῷ, καὶ μὴ ἀτάκτοις χρᾶσθαι βοαῖς, καὶ τὴν φύσιν πρὸς κραυγὴν ἐκβιάζεσθαι. Εὐλαβεῖς γὰρ ἔσεσθαι τοὺς υἱοὺς Ἰσραὴλ τὸ ἱερὸν ἐδίδαξε λόγιον· ἀλλὰ μηδέ τι ψάλλειν ἀνοίκειον, καὶ τῇ ἐκκλησιαστικῇ καταστάσει μὴ ὃν ἀρμόδιον.»

Ἐπίσης ὁ Ἅγιος Νικόδημος σὲ σχόλιό του στὸν ΟΕ' Κανόνα τῆς ΣΤ' Οἰκ. Συνόδου [Πηδάλιον], γράφει:

«Δι' ὅ καὶ ὁ θεῖος Χρυσόστομος (ὁμιλ. εἰς τό, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου σελ. 120. τόμ. ε'.) ἐμποδίζει πολλὰ τὰς θυμελικὰς ψαλμῳδίας, τὰς ὀρχήσεις τῶν χειρονομούντων, καὶ τὰς ἐκτεταμένας βοάς, καὶ ἀτάκτους φωνάς· ἑρμηνεύων γὰρ τὸ ψαλμικὸν ἐκεῖνο, δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, σφορδρότατα μὲν ἐλέγχει ἐκείνους, ὁποῦ ἀνακατόνουσι μὲ τὰ πνευματικὰ ᾄσματα, τὰ ἐξωτερικὰ τῶν θεάτρων σχήματα, καὶ θέσεις, καὶ ἀσήμους φωνὰς (ὁποῖα εἶναι καὶ τώρα τὰ τερερίσματα, καὶ νενανίσματα, καὶ τὰ ἄλλα ἄσημα λόγια) καὶ λέγει, ὅτι ταῦτα εἶναι ἴδια, ὄχι τῶν δοξολογούντων τὸν Θεόν, ἀλλὰ τῶν παιζόντων, καὶ ἀνακατονόντων τὰ τῶν δαιμόνων παίγνια μὲ τὴν ἀγγελικὴν δοξολογίαν· διδάσκει δὲ διὰ πολλῶν, ὅτι πρέπει μὲ φόβον καὶ συντετριμμένην καρδίαν νὰ ἀναπέμπωμεν τὰς δοξολογίας εἰς τὸν Θεόν, ἵνα αὕται γένωνται εὐπρόσδεκτοι, ὡς εὐῶδες θυμίαμα. Ἐπαινετὰ δὲ τῇ ἀληθείᾳ καὶ λόγου παντὸς ἄξια εἶναι καὶ ἐκεῖνα ὁποῦ λέγει ὁ σοφώτατος Μελέτιος ὁ Πηγᾶς ἐν τῷ γ'. περὶ χριστιανισμοῦ, γράφων. «Ὥσπερ οὖν τὸ σεμνὸν καὶ σύμμετρον τῆς μουσικῆς εὐπρόσιτον διὰ τὸ ἀκμαιοτέρας κατασκευάζειν τὰς καρδίας, οἶον ἀνασπῶσαν τὴν ψυχὴν τοῦ σώματος. Ἁρμονία γὰρ τῷ πνεύματι οἰκειότατον, μέσην ἔχουσα φύσιν, σώματός τε παχύτητος, καὶ πνεύματος ἀϋλότητος. Οὕτω πάλιν ὑπέρμετρος μουσική, καὶ τῷ ἡδεῖ παρὰ τὸ μέτρον ἐνασχολουμένη, οὐχ ἡδύνει, ἀλλ' ἐκλύει... διὰ τοῦτο γὰρ καὶ φωνὰς μόνον τῶν ἀνθρώπων ἀποδεχόμενοι ἐν τῇ Ἐκκλησίᾳ, ὡς φύσει ἐνυπαρχούσας καὶ ἀπεριέργους, τὰ δι' ὀργάνων κρούματα καὶ ἐμπνεύματα ἀποδιοπομποῦσιν ὡς περιεργωδέστερα οἱ θεῖοι Πατέρες»· τὰ ὁποῖα ἀγωνίζονται νὰ ἐμβάσουν πάλιν εἰς τὴν Ἐκκλησίαν τινὲς τῶν τωρινῶν μουσικῶν μὲ τὰ ὀργανοειδῆ αὐτῶν ᾄσματα. Τὰ δὲ τερερίσματα καὶ νενανίσματα τὰ ψαλλόμενα, δὲν φαίνονται νὰ ᾖναι παλαιά, ἀλλὰ νεωτερικά· καθ' ὅτι εἰς τὰ ἐπιγραφόμενα τῷ Δαμασκηνῷ Ἰωάννῃ, καὶ τοῖς ἄλλοις παλαιοῖς μουσικοῖς πονήματα, δὲν εὐρίσκονται τοιαῦτα ἄσημα λόγια καὶ κρατήματα, φαίνονται δὲ νὰ ἄρχισαν ἀπὸ τὸν καιρὸν Ἰωάννου τοῦ Κουκουζέλους. Ἀλλὰ τὰ κρατήματα ὁποῦ οἱ τωρινοὶ ψάλται ψάλλουσιν ἐν ταῖς ἀγρυπνίαις, μὲ τὸ νὰ ᾖναι διπλᾶ, πολλάκις δὲ καὶ τριπλᾶ τοῦ κειμένου, ἀηδῇ τῇ ἀληθείᾳ καὶ ὀχληρὰ γίνονται κοντὰ εἰς τοὺς εὐλαβεῖς ἀκροατάς· δι' ὅ παρακαλοῦμεν τοὺς κανονικοὺς ψάλτας νὰ τὰ ψάλλουν σύντομα, διὰ νὰ ᾖναι ἐνταυτῷ καὶ νοστιμώτερα, καὶ διὰ νὰ μείνῃ καὶ καιρὸς νὰ γίνεται ἀνάγνωσις, καὶ οἱ Κανόνες νὰ ψάλλωνται ἀργότερα, εἰς τὰ ὁποῖα στέκεται ὅλος ὁ τῆς ἀγρυπνίας ψυχικὸς καρπός. Λέγουσι δέ τινες, ὅτι τὰ ἄσημα ταῦτα τερερίσματα ἐδέχθησαν εἰς τὴν Ἐκκλησίαν, ἵνα διὰ τῆς ἠδονῆς των ἔλκωσι τὸν ἁπλοῦν λαόν.»

από το ΑΝΑΛΟΓΙΟΝ
Τελευταία επεξεργασία από το μέλος Παναγιώτης την 21 Φεβ 2008, 05:22, έχει επεξεργασθεί 2 φορές συνολικά.
Λόγος: διόρθωση τίτλου
Μέγα μὲν τὸ ἀπερισπάστως προσεύχεσθαι· μεῖζον δὲ καὶ τὸ ψάλλειν ἀπερισπάστως
Άβαταρ μέλους
nmnovice00
Παλαίμαχος
Δημοσιεύσεις: 181
Εγγραφή: 16 Δεκ 2009, 20:10

Απ: Κανών ΟΕ' της ΣΤ' Οικ. Συνόδου (Τους επί το ψάλλειν...)

Δημοσίευση από nmnovice00 »

Αγαπητέ Panayiotis,

Θερμές ευχαριστίες και πάλι για την φιλόπονη σύναξη όλων αυτών των κανόνων και ερμηνειών και την ανάρτησή τους εδώ προς ωφέλειαν όλων.

πΝ
"ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·... οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι." (Ματθ. ιβ', 25-27)
Άβαταρ μέλους
Βαγγελης Λιναρδακης
Παλαίμαχος
Δημοσιεύσεις: 205
Εγγραφή: 18 Φεβ 2008, 10:11

Απ: Κανών ΟΕ' της ΣΤ' Οικ. Συνόδου (Τους επί το ψάλλειν...)

Δημοσίευση από Βαγγελης Λιναρδακης »

Πολλες ευχαριστιες για τις αναρτησεις .
Απάντηση

Επιστροφή στο “Ψαλμωδία και Ιεροί Κανόνες”